Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.374 | Joseph. BJ 1.379 (English) | >>Joseph. BJ 1.383 |
1.377μηδʼ ὑμᾶς ταρασσέτω τὰ τῶν ἀψύχων κινήματα μηδʼ ὑπολαμβάνετε τὸν σεισμὸν ἑτέρας συμφορᾶς τέρας γεγονέναι · φυσικὰ γὰρ τὰ τῶν στοιχείων πάθη καὶ οὐδὲν ἀνθρώποις πλέον ἢ τὴν ἐν ἑαυτοῖς βλάβην ἐπιφέρεται · λοιμοῦ μὲν γὰρ καὶ λιμοῦ καὶ τῶν χθονίων βρασμῶν προγένοιτʼ ἄν τι σημεῖον βραχύτερον , αὐτὰ δὲ ταῦτα περιγραφὴν ἔχει τὸ μέγεθος · ἐπεὶ τί δύναται μεῖζον ἡμᾶς
-- -- τέρας μέντοι μέγιστον ἁλώσεως γέγονεν τοῖς ἐχθροῖς οὐκ αὐτομάτως οὐδὲ διὰ χειρὸς ἀλλοτρίας , οἳ πρέσβεις ἡμετέρους παρὰ τὸν πάντων ἀνθρώπων νόμον ὠμῶς ἀπέκτειναν καὶ τοιαῦτα τῷ θεῷ θύματα περὶ τοῦ πολέμου κατέστεψαν . ἀλλʼ οὐ διαφεύξονται τὸν μέγαν ὀφθαλμὸν αὐτοῦ καὶ τὴν ἀνίκητον δεξιάν , δώσουσιν δʼ ἡμῖν αὐτίκα δίκας , ἂν τοῦ πατρίου φρονήματος ἤδη σπάσαντες τιμωροὶ τῶν παρεσπονδημένων ἀναστῶμεν .
1.379ἴτω τις οὐχ ὑπὲρ γυναικὸς οὐδʼ ὑπὲρ τέκνων οὐδʼ ὑπὲρ κινδυνευούσης πατρίδος , ἀλλʼ ὑπὲρ τῶν πρέσβεων ἀμυνόμενος · ἐκεῖνοι στρατηγήσουσιν τοῦ πολέμου τῶν ζώντων ἄμεινον . προκινδυνεύσω δὲ κἀγὼ χρώμενος ὑμῖν πειθηνίοις · εὖ γὰρ ἴστε τὴν ἑαυτῶν ἀνδρείαν ἀνυπόστατον , ἐὰν μὴ προπετείᾳ τινὶ βλαβῆτε .”
1.380
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.374 | Joseph. BJ 1.379 (English) | >>Joseph. BJ 1.383 |